Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 12

Capítulo 12

[10.12.1] Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντον εἶναι δύναμιν, [557] [558] ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δέ, φησίν, ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾿ αὐτὸν ἁπλοῦν, ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾿ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δὲ φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι.

[10.12.2] πάντα δέ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρὸς ὁρατὰ καὶ ἀόρατα φρόνησιν ἔχειν. γέγονεν οὖν, φασίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι, ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών· ταύτας γὰρ ῥίζας γεγονέναι κατὰ συζυγίαν ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν.

[10.12.3] εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον δύναμιν <δυνάμει, οὐκ ἐνεργείᾳ· ἥν τινα ἀπέραντον εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς ἐὰν μὲν> ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ <ἡ> αὐτὴ τῇ ἀγεννήτῳ καὶ δυνάμει, οὐδὲν οὐδὲν ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἐπεράντου δυνάμεως·

[10.12.4] ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ <ἐν> ἀνθρώπου ψυχῇ μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. ταῦτα τοίνυν καὶ ὁ Σίμων.