Capítulo 11
[10.11.1] Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. ἑκάστη δὲ τῶν ἀρχῶν πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη, οἶον εἰ γένοιτο παιδίον αὐλητῇ † γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἤ τινι τέχνῃ ὁμοίως.
[10.11.2] αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτὴ διοδεύσασα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ εὐωδίας.
[10.11.3] ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς <ὡς> ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται· τοιαύτης [552] [553] [554] δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ.
[10.11.4] τὸ δὲ σκότος ὕδωρ εἶναί φασι φοβερόν, εἰς ὃ κατέσπασται <καὶ> μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι, ἂν ἀπαρθῇ ἀπ᾿ αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, <οὕ>τω δὴ πάσῃ συνέσει καὶ φρονήσει βιάζεται εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.
[10.11.5] εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ ἡ κόρη τοῦ ὀφθαλμοῦ <ὑπὸ τῶν> ὑποκειμένων ὑδάτων σκοτεινὴ φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ’ ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι. ἐξ ὡν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων δίκην σφραγίδων.
[10.11.6] ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα κηρῷ τὸν τύπον ἐποίησεν, αὐτὴ παρ᾿ ἑαυτῇ ἥτις ἦν μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι τὰ πάντα ἀπεργάζονται γένη ζῴων ἄπειρα. γεγονέναι οὖν ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ ὀμφαλὸν ἐχούσῃ μέσον. οὕτως δὲ καὶ γὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων ἐκτετυπῶσθαι ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους.
[10.11.7] ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμον σφοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων κινήσεως.
[10.11.8] τοῦτον δὲ ἐπιτελεῖν εἶδος σύρματι ὄφεως παραπλήσιον, πτερωτόν· [ἦν] ὃ φορῶν ὁ κόσμος πρὸς γένεσιν ὀργήσας ὀργήσας ὡς μήτρα. καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν | ὅλων γένεσιν.
[10.11.9] † τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου [555] [556] λέγουσι τέλειον θεόν <ὃν> ἐκ [τῆς] τῶν ὑδάτων καὶ τῆς εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας, νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν [καὶ φεύγειν] ἐκφυγόντα πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι.
[10.11.10] πᾶσα οὖν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν 〈υἱὸν〉 ποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, <ἴδιον· ὃν> ἰδόντα τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὑτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ.
[10.11.11] καὶ τοῦτο εἶναι τὸ εἰρημένον· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.« καὶ ταύτην εἶναι τὴν <δουλικὴν> μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή(μον)ες Σηθιανοί. ταῦτα μὲν οὐν καὶ οὐτοι λέγουσιν.