Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 23

Capítulo 23

[1.23.1] Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ακαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὠν ἄρξας ὁ Πύρρων, ἀφ’ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν.

[1.23.2] οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητὴν καὶ μηδέποτε ἐν τῷ αὐτῶ μένειν.

[1.23.3] οἱ μὲν οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσιν μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. οἱ δὲ τὸ <οὐ> μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ <πῦρ> εἶναι ἢ τι. οὐ μέντοι ἀπεφήναντο αὐτὸ <τὸ> τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.