Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 22

Capítulo 22

[1.22.1] Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὄλων ὐπέθετο ἀτόμους καὶ κενόν, κενὸν μὲν οἷον τόπον τῶν - ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα.

[1.22.2] ἐκ δὲ τῶν ἀτόμων συνελθουσῶν γενέσθαι καὶ τὸν θεὸν καὶ τὰ στοιχεῖα καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῷα καὶ ἄλλα, ὡς μηδὲν μήτε γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. τὰς δὲ ἀτόμους τὰ λεπτομερέστατα σώμαθ᾿, ὧν οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἴφη εἶναι διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασεν.

[1.22.3] τὸν δὲ θεὸν ὁμολογῶν εἶναι ἀίδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις οὕτω καλουμένοις ὑπ᾿ [49] [50] αὐτοῦ — ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τὰ μετακόσμια — ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸν πράγματα ἔχειν οὔτε ἄλλοις παρέχειν.

[1.22.4] οἶς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν.

[1.22.5] τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων λύεσθαι ἄμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται· αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἣ τραπέντος ἀπόλλυσθαι ὅλον ἄνθρωπον· ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἶναι ἐν Ἅιδου μήτε δικαστήρια, ὡς ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον εἶναι παντελῶς. οὕτως οὐν καὶ ὁ Ἐπίκουρος.