Capítulo 2
[1.2.1] Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἦς ἦρξε Πυθαγόρας, ὂν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προσηγόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὖ τὴν αἴρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος.
[1.2.2] καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν <καὶ ἀριθμητικήν>. καὶ οὔτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἡγαγεν.
[1.2.3] θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὄλων ἡξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντος· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι.
[1.2.4] οὑτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα.
[1.2.5] ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρε.
Ἀριθμούς τε καὶ μέτρα ὑποθέμενος ἔλεγεν τὴν ἀρχὴν τῆς ἀριθμητικῆς <τὴν> φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε τὸν ἀριθμὸς γέγονε πρῶτος ἀρχή, ὅπερ ἐστὶν ἒν] ἀόριστον, ἀκατάληπτον,
[1.2.6] ἔχων έν ἑαυτῷ πάντας τοὺς ἐπ' ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶν μονὰς ἄρσην γεννῶσα πατρικῶς πάντας [9] [10] τοὺς ἄλλους ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται.
[1.2.7] τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὑτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐπὶ ἐπὶ πᾶσι τούτοις ἡ τετράς, θῆλυς θῆλυς ὁ δὲ αὐτὸς καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστιν.
[1.2.8] Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ' ἦν τὸ γένος ἀόριστος), ἀφ’ ὦν ὁ τέλειος αύτοῖς ἀριθμός, ἡ δεκάς· τὸ γὰρ ὲν δύο τρία τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ’ οὐσίαν τὸ οἰκεῖον ὄνομα.
[1.2.9] ταύτην ὁ Πυθαγόρας ἴφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου φύσεως [ὡς] ῥιζώματα ἔχουσαν« ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν· ὁ γὰρ ἔνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἶναι ἐκ τοῦ δέκα μετέχουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.
[1.2.10] ὡς καὶ ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἁριθμοὸν ἀποτελοῦσαι· ὄταν γὰρ δύναμις αὐτὴ ἐφ' ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὂταν δὲ δύναμις ἐπὶ κύβον, <γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὦν ἡ τῶν γινομένων γένεσις γίνεται, ἑπτά· ἀριθμόν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.
[1.2.11] οὑτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑυατὸν πρὸ μὲν τῶν Τρωϊκῶν Αἱθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊ- [11] [12] κοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ’ ὅν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν.
[1.2.12] Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον Χαλδαῖον Πυθαγόραν· τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ' ἀπχῆς τοῖς οὖσιν αἴται, πατέρα καὶ μητέρα· καὶ πατέρα μὲν φῶς, μητέρα δὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμόν, ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πáντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος.
[1.2.13] εἶναι δὲ τὸν κόσμον φησὶν κατὰ μουσικὴν ἁρμονίαν, διὸ καὶ τὸν ἤλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δἐ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν Χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς· εἶναι δὲ ὔδωρ, τὸν δὲ ούράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸν καὶ ψυχρόν· διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν· ἐστὶ γὰρ ταῦτα οὐσία τῶν πάντων.
[1.2.14] κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν, αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάν- [13] [14] των συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης γενέσθαι τὸν τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον τὸν κύαμον καταθείη πρὸς ἤλιον χρόνον τινά — τοῦτον γὰρ ἀντικλήψεσθαι —, προσφέρειν ἀνθρωπίνου γόνου ὀσμήν.
[1.2.15] σαφέστερον δὲ εἶναι καὶ ἔτερον παράδειγμα λέγει· εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν καὶ μετ’ ὀλιγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμνεν <ἂν> αὐτὸ εἶδος ἔχον τὸ μὲν πρῶτον αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν.
[1.2.16] Οὖτος ἐν Κρότωνι τῆς Ἰταλίας ἄμα τοῖς μαθηταῖς έμπτρισθεὶς διεφθάρη. ἔθος δὲ τοῦτο ἦν παρ’ αὐτῷ, ἐπειδὰν προσίῃ τις μαθητευθησόμενος, πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι ἐσφραγισμένον Παρὰ τῷ Πυθαγόρᾳ, καὶ ὑπέμενε σιωπῶν ὁτὲ μὲν ἔτη τρία, ὁτὲ δὲ πέντε καὶ μανθάνων· αὖθις δὲ Μεὶς ἐμισγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἄμα, εἰ δ' οὔ, ἀπελάμβανε τὸ ἴδοιον καὶ ἀπεβάλλετο.
[1.2.17] οἱ μὲν οὐν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ ἒτεροι Πυθαγορισταί. τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης οἰκέτης ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν.
[1.2.18] τοὺς δὲ ἀριθμοὺς καὶ τὰ μέτρα παρ’ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν μαθεῖν ὂς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδε καὶ δυσχερῶς [15] [16] ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταττεν καὶ ἐν καταγείοις καταγείοις ἠρεμεῖν ἐποίει μανθάνοντα.