Κατὰ πασῶν αἱρέσεων ἔλεγχος
Sigelverzeichnis
Buch I
L = Laurentiamis IX 32
0 = Ottobonianus 194
B = Barberinus IV 78
Τ = Taurinensis C I 10
Buch IV — X
Ρ = Parisinus Suppl. gr. 464
Livro 1
Sumário
[1.summary.1] Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου·
[1.summary.2] Τίνα τὰ δόξαντα τοῖς φυσικοῖς φιλοσόφοις καὶ τίνες οὖτοι, καὶ τίνα τὰ τοῖς ἠθικοῖς καὶ τίνες οὑτοι, καὶ τίνα τὰ τοῖς διαλεκτικοῖς καὶ τίνες οἱ διαλεκτικοί.
[1.summary.3] Θυσικοὶ μὲν οὖν Θαλῆς Πυθαγόρας Ἐμπεδοκλῆς Ἡράκλειτος Ἀναξίμανδρος Ἀναξιμένης Ἀναξαγόρας Ἀρχέλαος Παρμενίδης Λεύκιππος Δημόκριτος Ξενοφάνης Ἔχφαντος Ἲππων.
[1.summary.4] Ἠθικοὶ Σωκράτης Ἀρχελάου μαθητὴς τοῦ φυσικοῦ, Πλάτων Σωκράτους μαθητής· οὑτος τὰς τρεῖς φιλοσοφίας ἔμιξεν.
[1.summary.5] Διαλεκτικοὶ Ἀριστοτέλης Πλάτωνος μαθητής· οὗτος τὴν διαλεκτικὴν συνεστήσατο. Στωϊκοὶ δὲ Χρύσιππος, Ζήνων.
[1.summary.6] Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν δόξαν πᾶσιν ἐπεχείρησε. Πύρρων ὁ Ἀκαθήμοις· οὑτος ἀκαταληψίαν τῶν πάντων λέγειλ.
Βραχμᾶνες οἱ ἐν Ἰνδοῖς, Δρυίδαι οἱ ἐν Κελτοῖς, καὶ Ἡσίοδος.
Proêmio
[1.praef.1] οὐδένα μῦθον τῶν παρ’ Ελλησι ὠνομασμένων παραιτητέον. πιστὰ γὰρ καὶ τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν· ὦν καὶ πάλαι [1] [2] μετρίως τὰ δόγματα ἐξεθέμεθα, οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλ ἁδρομερῶς ἐλέγξαντες, μὴ † ἂν ἄξιον ἡγησάμενοι τὰ ἄρρητα εἰς φῶς ἄγειν, ὅπως, δι' αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς αἰσχυνθέντες, μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως.
[1.praef.2] ἀλλ’ ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν μηδὲ λογιζομένους, ὡς θεὸς μακροθυμεῖ ὑπ' αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθέντες μετανοήσωσιν ἢ ἐπιμείναντες κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια, ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν οὐ πρότερον ὁμολογήσαντες, εἰ μὴ τὸν τοιοῦτον δουλώσονται χρόνῳ ἀνακρεμάσαντες καὶ κλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι.
[1.praef.3] καὶ τότε δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι, εἰ μὴ ὁμοίως δουλωθείη, οὗ μόνου παραδοθέντος οὐκέτι ὅρκος ἀναγκαῖος ἠν· ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος.
[1.praef.4] εἰ γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις λογισθήσεται οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται, ἃ καὶ ὄλογα ὄντα ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς έν τοῖς τόποις γενόμενοι ἐροῦμεν.
[1.praef.5] ἀλλ’ ἐπεὶ ἀναγκάζει ἡμᾶς ὁ λόγος εἰς μέγαν βυθὸν διηγήσεων ἐπιβῆναι, οὐχ ἡγούμεθα σιγᾶν, ἀλλὰ τὰ πάντων δόγματα κατὰ λεπτὸν ἐκθέμενοι οὐδὲν σιωπήσομεν. δοκεῖ δέ, εἰ καὶ μακρότερος ἔσται ὁ λόγος, μὴ καμεῖν. οὐδὲ γὰρ μικράν τινα βοήθειαν τῷ τῶν ἀνθρώπων βίῳ καταλείψομεν πρὸς τὸ μηκέτι πλανᾶσθαι, φανερῶς πάντων ὁρώντων τὰ κρύφια αὐτῶν καὶ ἄρρητα ὄργια, ἃ ταμιευόμενοι μόνοις [3] [4] μύσταις παραδιδόασιν.
[1.praef.6] ταῦτα δὲ ἒτερος οὐκ ἐλέγξει ἢ τὸ ἐν ἐκκλησίᾳ παραδοθὲν ἄγιον πνεῦμα, οὑ τυχόντες πρότεροι οἱ ἀποστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν· ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι οὐκ ὀφθαλμῷ νυστάζομεν οὑδὲ λόγον ορθὸν σιωπῶμεν, ἀλλ' οὐδὲ πάσῃ Ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν, ἄξια ἀξίως θεῷ τῷ ἐυρεργέτῃ ἀνταποδιδόναι πειρώμενοι καὶ οὐδ' οὒτως κατ' ἀξίαν ἀμειβόμενοι, πλὴν ἐν οἶς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες καἰ ὄσα παρέχει τὸ ἂγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες·
[1.praef.7] οὐ μόνον ἀλλότρια ἐλέγχου ἐλέγχου εἰς φανερὸν ἄγοντες, ἀλλὰ καὶ ὂσα ἡ ἀλήθεια ὑπὸ τῆς τοῦ πατρὸς χάριτος παραλαβοῦσα ἀνθρώποις διηκόνησε, ταῦτα καὶ διὰ λόγου σημειούμενοι καὶ διὰ γραμμάτων ἐμμαρτυρομύμενοι ἀνεπαισχύντως κηρύσσομεν.
[1.praef.8] ἵν' οὖν, καθὼς φθάσαντες εἴπομεν, ἀθέους αὐτοὺς ἐπιδείξωμεν καὶ κατὰ γνώμην καὶ κατὰ τρόπον καὶ κατὰ ἔργον, ὂθεν τε τὰ ἐπιχειρήματα αὐτοῖς γεγένηται, καὶ ὅτι μηθὲν ἐξ ἁγίων γραφῶν λαβόντες ταῦτα ἐπεχείρησαν ἤ τινος ἁγίου διαδοχὴν φυλάξαντες ἐπὶ ταῦτα ὢρμησαν, ἀλλ’ ἔστιν αὐτοῖς τὰ δοξαζόμενα ἀρχὴν μὲν ἐκ τῆς Ἑλλήνων σοφίας λαβόντα, ἐκ δογμάτων φιλοσοφουμένων καὶ μυστηρίων ἐπικεχειρημένων καὶ ἀστρολόγων ῥεμβομένων, δοκεῖ οὖν πρότερον ἐκθεμένους τά δόξαντα τοῖς τῶν Ἑλλήνων φιλοσόφοις ἐπιδεῖξαι τοῖς ἐντυγχάνουσιν ὄντα τούτων παλαιότερα καὶ πρὸς τὸ θεῖον σεμνότερα·
[1.praef.9] ἔπειτα συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ, ὡς τούτοις τοῖς ἐπιχειρήμασιν ἐπιβαλόμενος ὁ πρωτοστάτης τῆς αἱρέσεως ἐπλεονέκτησε λαβόμενος τὰς ἀρχὰς κοὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς δόγμα συνεστήσατο.
[1.praef.10] ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας, [5] [6] ἀλλ' οὐκ ἐνδεήσομεν· ὕστερον γὰρ εὐφρανεῖ ὡς ἀθλητὴν μετὰ πολὺν πόνον στεφάνου τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον λερδἀμαμτα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὁνειδισμοὺς καὶ ὒβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα.
[1.praef.11] Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ’ Ἒλλησι πρῶτοι φιλοσοφίαν φθσικὴν ἐπιδείξαντες. τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα έν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστησομεν.
Capítulo 1
[1.1.1] Λέγεται Θαλῆν τὸν Μιλήσιον ἴνα τῶν ἑπτὰ σοφῶν πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. οὖτος ἴφη ἀρχὴν τοῦ εἶναι καὶ τέλος τὸ ὕδωρ.
[1.1.2] ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάνται ἀφ' οὑ καὶ σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνεσθαι· καὶ τὰ πάντα φέρεσθαί τε καὶ ῥεῖν τῇ
[1.1.3] τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. θεὸν δὲ τοῦτ' εἶναι, τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον.
[1.1.4] οὖτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἒλλησι ταύτης τῆς μαθήσεως αἴτοις πρῶτος γίνεται, ὃς ἀποβλέπων πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐπιμελῶς κατανοεῖν λέγων εἰς φρέαρ ἐνέπεσεν, ὃν ἐγγελῶσά τις Θρᾷττα τοὔνομα, ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος ἰδεῖν τὰ ἐν ποσὶν οὐκ εἶδεν. ἐγένετο δὲ κατὰ Κροῖσον.
[7][8]