Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 19

Capítulo 19

[1.19.1] Πλάτων ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειφμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ πᾶν κοὶ προνοούμενον αὐτοῦ· ὒλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἢν καὶ δεξαμενὴν καὶ Μήνην καλεῖ, ἐξ ἡς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα, ἐξ ὡν συνέστηκεν ὁ κόσμος, πυρὸς ἀέρος γῆς ὕδατος, ἐξ ὡς καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα, ζῷά τε καὶ φυτά, συνεστηκέναι·

[1.19.2] τὸ δὲ παράδειγμα τὴν τὴν τοῦ θεοῦ εἶναι, ὂ καὶ ἰδέαν καλεῖ οἶον είκόνισμά τι ᾠ προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει.

[1.19.3] τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν καταληπτὸν τὴν δὲ ὕλην δυνάμει μὲν σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὖσαν καὶ [35] [36] ἄποιον, προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα.

[1.19.4] τὴν μὲν οὖν ὒλην ἀρχὴν εἶναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγένητον τὸν κόσμον· ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγενήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαερτον. ᾗ δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον ὑποτίθεται, ταύτῃ καὶ γενητὸν καὶ φθαρτόν.

[1.19.5] τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν χρησάμενοι παραδείφματι τοιούτῳ· ὄτι ὢσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη, κἄν τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν ἀεὶ φθείρεται, ἐπισκευαζομένων <δὲ> καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει.

[1.19.6] τὸν δὲ θεὸν οἱ μὲν ἔνα αὐτὸν αὐτὸν εἴπεῖν ἀγένητον καὶ ἄφθαρτον, ὡς λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων« — οὔτως ἴνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται —,

[1.19.7] οἱ δὲ καὶ πολλοὺς ἀορίστους, ὂταν λέγῃ· θεοὶ θεῶν, ὡς ἐγὼ δημιουργός τε καὶ πατήρ«· οἱ δὲ καὶ ὡρισμένους, ὂταν λέγῃ·

[1.19.8] ὁ μὲν δὴ μέγας ἐν αὐρανῷ Ζεὺς πτηνὸν ἄρμα ἐλαύνων‘, καὶ ὂταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεοὺς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι, πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν [37] [38] βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾠ προσθεὶς λέγει· »θεοὶ θεῶν, ὦν ἐγὼ σημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος«, ὡς ἄν, εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα.

[1.19.9] δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναί φησιν αὐτῶν, τοὺς δὲ φαύλους.5

[1.19.10] Καὶ τὴν ψυχὴν οἱ μέν φασιν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὂταν λέγῃ· ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀιθάντον·« καὶ ὂταν αὐτοκίνητον αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως· οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν· οἱ δὲ σύνθετον καὶ γεγνητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν ἀνάγκην ὲχειν φθαρῆναι.

[1.19.11] οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες μάλιστα ἐκείνοις ἰσχυρίζονται, <ἐν> ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτὴν ἐν Ἂιδου δικαστήραι, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν.

[1.19.12] τινὲς μὲν οὖν φασι καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστην καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι εἰς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως.

[1.19.13] οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ' ἀξίαν ἑκάστην, καὶ χρῶνται μαρτυρίῳ, ὂτι φησὶ μετὰ Διός τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας τῶν ἀγαθῶν ἀνδρῶν, [39] [40] τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι.

[1.19.14] Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων· ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα, καὶ ὅσα τοιαῦτα· ἔμμεσα δὲ οἶον ἀγαθὰ καὶ κακά· καὶ μέσα οἶον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα.

[1.19.15] ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·

[1.19.16] εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. τὰς μὲν οὖν ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναί φησιν, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς, τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν. οἶον τέσσαράς φησιν εἶναι ἀρετάς, φρόνησιν σωφροσύνην δικαιοσύνην ἀνδρείαν· τούτων ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ' ὑπερβολὴν καὶ μείωσιν, οἶον τῇ μὲν φρονήσει ἀφροσύνην κατὰ μείωσιν, πανουργίαν δὲ καθ' ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ’ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ’ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν κατὰ μείωσιν, θρασύτητα καθ’ ὑπερβολήν. ταύτας δὲ ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν.

[1.19.17] τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.

[1.19.18] λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. τὰς δὲ [41] [42] κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις.

[1.19.19] εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι, ἀλλ’ εἶναί τι καὶ ἐφ᾿ ἡμῖν, ἐν οἷς φησιν· »αἰτία ἑλομένου, θεὸς ἀναίτιος‘, καὶ »θεσμός τε Ἀδραστείας ὅδε«. οὕτω τὸ καθ’ εἱμαρμένην οἶδε καὶ τὸ ἐφ’ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα·

[1.19.20] εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι.

[1.19.21] καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾖ φησιν· »πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ᾿ ἄν; ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον <ὁ> λόγος αἱρεῖ«.

[1.19.22] ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; ὁ δὲ λέγει, ἕνα ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας καὶ κόλασιν ὑπόσχῃ — τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν ἀλλὰ ἀγαθόν, εἴπερ μέλλει μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι — καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην.

[1.19.23] κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι οὔτε καθ’ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ᾿ ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. ὁ μὲν οὐν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας οὕτως ἐφιλοσόφησεν.

[43][44]