Capítulo 18
[1.18.1] Ὁ μὲν οὐν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὂς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα, αὐτὸς μὲν [33] [34] μηδὲ συγγράμματα καταλιπών·
[1.18.2] ὁ δὲ Πλάτων τὴν πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικὴν ἠθικὴν διαλεκτικήν. ἄ δὲ ὁ Πλάτων ὁρίζει, ἐστὶ ταῦτα.