Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 87

[87] οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, τὰ πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν. αἰδὼς δ’ ἐστὶ πρεσβυτέρων καὶ φροντίς, οἷα γονέων ὑπὸ γνησίων παίδων χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων.