[86] εἶτ’ ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι ⟨κοιναί⟩, καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων· τὸ γὰρ ὁμωρόφιον ἢ ὁμοδίαιτον [45] [46] ἢ ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον· [M.459] καὶ μήποτ’ εἰκότως· ὅσα γὰρ ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν, ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν παρασκευάζουσιν ὠφέλειαν.