Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 8

[8] [cap.2] πῶς δὲ οὐ παράλογα καὶ γέμοντα πολλῆς ἀναισχυντίας ἢ μανίας ἢ οὐκ ἔχω τί λέγω —διὰ γὰρ ὑπερβολὴν οὐδ’ οἰκείων ὀνομάτων εὐπορῆσαι ῥᾴδιον—πλουσίους μὲν ὀνομάζειν τοὺς ἀπορωτάτους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς, λυπρῶς καὶ ἀθλίως ἀποζῶντας, μόλις τὸ ἐφήμερον ἐκπορίζοντας, ἐν εὐθηνίᾳ κοινῇ λιμὸν ἐξαίρετον ἔχοντας, ἀρετῆς αὔρᾳ, καθάπερ ἀέρι φασὶ τοὺς τέττιγας, τρεφομένους,