Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 7

[7] πολίτας δὲ τοὺς ἢ μὴ ἐγγραφέντας τὸ παράπαν ἢ ὧν ἀτιμία καὶ φυγὴ κατέγνωσται, πέραν ὅρων ἀνθρώπους ἐληλαμένους, οὐ μόνον οὐκ ἐπιβῆναι τῆς χώρας ἀλλ’ οὐδ’ ἐξ ἀπόπτου τὸ πατρῷον ἔδαφος θεάσασθαι δυναμένους, εἰ μή τισι Ποιναῖς ἐλαύνοιντο [3] [4] θανατῶντες; ἔφεδροι γὰρ καταστειχόντων κολασταὶ μυρίοι, καὶ δι’ ἑαυτῶν ἠκονημένοι καὶ νόμων προστάξεσιν ὑπηρετοῦντες.