[48] πρὸς τοίνυν τοῖς εἰρημένοις ἐναργεστάτη πίστις ἐλευθερίας ἰσηγορία, ἣν οἱ σπουδαῖοι πάντες ἄγουσι πρὸς ἀλλήλους. ὅθεν καὶ τὰ τρίμετρα φιλοσόφως ἐκεῖνά φασιν εἰρῆσθαι· / [M.453] „οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ.“ καὶ πάλιν· / „δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.“