[47] διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθήναις καὶ Λακεδαίμονι πρὸς ἐλευθερίαν [24] [25] αὐταρκεστάτους εἶναί φασι τοὺς Σόλωνος καὶ Λυκούργου νόμους κρατοῦντάς τε καὶ ἄρχοντας, πειθαρχούντων αὐτοῖς τῶν πολιτευομένων, σοφοῖς δὲ ἀνδράσι τὸν ὀρθὸν λόγον, ὃς καὶ τοῖς ἄλλοις ἐστὶ πηγὴ νόμοις, οὐχ ἱκανὸν εἶναι πρὸς μετουσίαν ἐλευθερίας ὑπακούουσι πάντων, ἅττ’ ἂν ἢ προστάττῃ ἢ ἀπαγορεύῃ.