[44] ἆρ’ ἄξιον τὸν προνομίας τοσαύτης τετυχηκότα δοῦλον ἢ μόνον ἐλεύθερον εἶναι νομίζειν; ὃς εἰ καὶ θείας οὐκ ἠξίωται μοίρας καθ’ αὑτόν, ἀλλά τοι διὰ τὸ φίλῳ θεῷ χρῆσθαι πάντως ὤφειλεν εὐδαιμονεῖν· οὔτε γὰρ ἀσθενὴς ὁ ὑπέρμαχος οὔτε φιλικῶν ἀμελὴς δικαίων θεὸς ἑταιρεῖος ὢν καὶ τὰ κατὰ τοὺς ἑταίρους ἐφορῶν.