[43] ἅτε γυμνῆς ὡς λόγος ἀσκητὴς φιλοσοφίας, τὸν ἔρωτι θείῳ κατεσχημένον καὶ τὸ ὂν μόνον θεραπεύοντα οὐκέτ’ ἄνθρωπον ἀλλὰ θεὸν ἀπετόλμησεν εἰπεῖν (Exod. 7, 1)· ἀνθρώπων μέντοι θεόν, οὐ τῶν τῆς φύσεως μερῶν, ἵνα τῷ πάντων καταλίπῃ πατρὶ τὸ θεῶν εἶναι βασιλεῖ καὶ θεῷ.