Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 41

[41] [cap.7] Μάθοι δ’ ἄν τις τὴν ἐλευθερίαν, ἣ περὶ τὸν σπουδαῖόν ἐστι, καὶ ἐξ ἑτέρων· δοῦλος εὐδαίμων πρὸς ἀλήθειαν οὐδείς· τί γὰρ ἀθλιώτερον ἢ πάντων ἄκυρον εἶναί τινα καὶ ἑαυτοῦ; ὁ δέ γε σοφὸς εὐδαίμων, ἕρμα καὶ πλήρωμα καλοκἀγαθίας ἐπιφερόμενος, ἐν ᾗ τὸ κῦρός ἐστιν ἁπάντων·