Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 40

[40] εἰ μὴ καὶ τὸν λέοντας ὠνησάμενον δεσπότην φατέον εἶναι λεόντων, ὅς, εἰ μόνον ἐπανατείναιντο τὰς ὄψεις, οἵους ἐπρίατο κυρίους ὁ δύστηνος, ὡς χαλεποὺς καὶ ὠμοθύμους, αὐτίκα παθὼν εἴσεται. τί οὖν; οὐκ οἰόμεθα τὸν σοφὸν ἀδουλωτότερον εἶναι λεόντων, ἐλευθέρᾳ καὶ ἀτρώτῳ ψυχῇ τὴν ἀλκὴν ἔχοντα μᾶλλον ἢ εἰ σώματι φύσει δούλῳ καὶ εὐτονίᾳ κραταιοτάτῃ ἰσχύος ἀφηνιάζοι;