[32] [cap.6] Ὅτι δ’ οὐχ αἱ ὑπηρεσίαι μηνύματ’ εἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, εἶτ’ ἐφ’ ὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι.