Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 31

[31] Ὅμηρος μὲν οὖν "ποιμένας λαῶν“ εἴωθε καλεῖν τοὺς βασιλέας, ἡ δὲ φύσις τοῖς ἀγαθοῖς κυριώτερον τουτὶ τοὔνομα ἐπεφήμισεν, εἴ γε ἐκεῖνοι ποιμαίνονται τὸ πλέον ἢ ποιμαίνουσιν — ἄκρατος γὰρ αὐτοὺς ἄγει καὶ εὐμορφία πέμματά τε καὶ ὄψα καὶ τὰ μαγείρων καὶ σιτοποιῶν ἡδύσματα, ἵνα τὰς ἀργύρου καὶ χρυσοῦ καὶ τῶν σεμνοτέρων ἐπιθυμίας παραλείπω —, τοῖς δ’ ὑπ’ οὐδενὸς συμβέβηκε δελεάζεσθαι, νουθετεῖν δὲ καὶ ὅσους ἂν αἴσθωνται πάγαις ἡδονῆς ἁλισκομένους.

[17][18]