Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 2

[2] τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτ’ ἀναδιδάσκειν, "ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς“, οὐχ ἵνα κρημνοβατῶμεν — οὐ γὰρ ποσὶ κάματον παρήγγελλεν —, ἀλλ’ αἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτ’ ἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι.