Quod omnis probus liber sit
ΦΙΛΩΝΟΣ · ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΑ ΣΠΟΥΔΑΙΟΝ ΕΛΕΥΦΕΠΟΝ ΕΙΝΑΙ
[1] [M.445] [cap.1] Ὁ μὲν πρότερος λόγος ἦν ἡμῖν, ὦ Θεόδοτε, περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον, ὡς καὶ διὰ πολλῶν καὶ εἰκότων καὶ ἀληθῶν ἐπιστωσάμεθα· οὑτοσὶ δ’ ἐκείνου συγγενής, ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς καὶ τρόπον τινὰ δίδυμος, καθ’ ὃν ἐπιδείξομεν, ὅτι πᾶς ὁ ἀστεῖος ἐλεύθερος.