Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 113

[113] ἀλλὰ γὰρ οὖν κοτίνων μὲν χάριν καὶ σελίνων εὐκλεὴς ἀγωνισταῖς ἡ τελευτή, σοφοῖς δὲ οὐ πολὺ μᾶλλον ἐλευθερίας, ἧς ὁ πόθος ταῖς ψυχαῖς μόνον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐνίδρυται καθάπερ τι μέρος ἡνωμένον οὐ τῶν ἐπιτυχόντων, οὗ διακοπέντος ἅπασαν τὴν κοινωνίαν φθείρεσθαι συμβέβηκε;