Pular para o conteúdo

Quod omnis probus liber sit

Philo of Alexandria · Parte 112

[112] ἐν ἀγῶνί φασιν ἱερῷ δύο ἀθλητὰς ἰσορρόπῳ κεχρημένους ἀλκῇ, τὰ αὐτὰ ἀντιδρῶντάς τε καὶ ἀντιπάσχοντας, μὴ πρότερον ἀπειπεῖν ἢ ἑκάτερον τελευτῆσαι. / „δαιμόνιε, φθίσει σε τὸ σὸν μένος", εἴποι τις ἂν ἐπὶ τῶν τοιούτων.