[82] [cap.18] τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ [33] ἅπαξ ἔοικε τῷ ἀκράτῳ — καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς ἄκρατον —, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον.