[81] εἰ δὴ τοῦ ἀνειμένου καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι.