Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 74

[74] [cap.16] διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παρ’ αὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὁ ὑμνῳδὸς εἶπέ που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι“ (Psalm. 100, 1)·