[73] μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ ὁ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ δι’ ὑπερβολὰς ἁμαρτημάτων περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει [M.284] καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος.