[65] καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον.