Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 64

[64] ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι.