Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 182

[182] τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχου — λόγος δ’ ἐστὶ θεῖος, ἄγγελος ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90,11.12) — τὰς ἀκρίτους ἑαυτῶν γνώμας πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε ποιεῖσθαι.