Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 181

[181] τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδ’ ὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα ἀναβλέψας „εἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα“ (Num. 22,31), μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη.