Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 142

[142] μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν.