[141] δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν [M.294] ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ.
Philo of Alexandria · Parte 141
← anterior · todas as partes · a obra inteira · próxima →
Esta parte: https://pedraangular.app.br/rolo/filon-quod-deus-sit-immutabilis-grc-wendland-1897/141.html