Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 125

[125] καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν.