[124] καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι. [42]