Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 113

[113] ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν’ ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται.