[112] δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων ἢ καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλ’ ὧν ἡ φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης ⟨καὶ⟩ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν.