Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 87

[87] τὸ δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή, τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους ἀποτελεῖται;