Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 86

[86] [cap.24] μηκέτ’ οὖν ἀπορῶμεν, πῶς ἔννοιαν ἔλαβεν ἄνθρωπος θεοῦ τοῦ ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν — [25] [26] εὐδαιμονίας γὰρ καὶ μακαριότητος ὅρος οὗτος —, ἄνωθεν ἐνέπνει τῆς ἰδίου θειότητος· ἡ δ’ ἀόρατος ἀοράτῳ ψυχῇ τοὺς ἑαυτῆς τύπους ἐνεσφαγίζετο, ἵνα μηδ’ ὁ περίγειος χῶρος εἰκόνος ἀμοιρήσῃ θεοῦ.