[69] [cap.20] [M.205] „Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). τὸ „τί ἐποίησας„ καὶ ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ ⟨τῇ⟩ τοῦ δεδρακότος γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· ζῇ