Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 68

[68] οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη.