Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 53

[53] τιμὴ δὲ τοῦ μὲν νοῦ ⟨τὸ⟩ διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι—πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα —, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου.