Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 52

[52] ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). [cap.16] ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.