Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 173

[173] οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα· πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’ ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων; πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων;