[172] ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ [M.224] κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε [48] ἐν τῷ δρᾶν ἐπινοούμενον ἄρρεν ὀνομάζεται.