[164] καὶ μὴν οὐδὲ πᾶς „ὁ εὑρίσκων σε ἀποκτενεῖ“, καθάπερ σοφιζόμενος διεξῄεις (Gen. 4, 14)· τὸ γὰρ εὑρισκόμενον ὑπὸ δυοῖν, ἢ ὁμοίου ἢ ἀνομοίου, πάντως εὑρίσκεται, ὑπὸ μὲν [οὖν] τοῦ ὁμοίου καὶ συγγενοῦς διὰ τὴν ἐν ἅπασιν οἰκειότητα καὶ κοινωνίαν, ὑπὸ δὲ τοῦ ἀνομοίου διὰ τὴν ἀντίπαλον ἀλλοτριότητα· τὸ μὲν οὖν ὅμοιόν ἐστι καὶ φυλακτικὸν τοῦ παραπλησίου, τὸ δ’ ἀνόμοιον καὶ φθαρτικὸν τοῦ διαλλάττοντος.