[163] [cap.45] τί οὖν ματαιάζεις λέγων „εἴ με ἐκβάλλεις ἀπὸ τῆς γῆς, καὶ σὲ κρυβήσομαι“ (Gen. 4, 14); τοὐναντίον γὰρ εἴ σε τοῦ γεώδους ἀπελάσαι, τὴν εἰκόνα ἐμφανῶς δείξει τὴν ἑαυτοῦ. τεκμήριον δέ· σὺ μὲν ἐκ προσώπου τοῦ θεοῦ μεταστήσῃ, μεταναστὰς δὲ τὸ γήινον σῶμα οὐδὲν ἧττον οἰκήσεις· λέγει γὰρ αὖθις· „ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ⟨ἐν⟩ τῇ γῇ“ (Gen. 4,16)· ὥστε οὐκ ἐκβληθεὶς ἀπὸ γῆς ἀποκέκρυψαι τὸν ὄντα, ἀλλ’ ἐκτραπεὶς αὐτὸν εἰς γῆν καταπέφευγας, τὸ θνητὸν χωρίον.