Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 140

[140] ἀστεῖοι μὲν οὖν χαρὰν καὶ ἐλπίδα κλῆρον λαχόντες εὐδαίμονα ἢ ἐχέτωσαν ἢ προσδοκάτωσαν πάντως ἀγαθά· φαῦλοι δ’, ὧν Κάιν ἐστὶ θιασώτης, ἐν λύπαις καὶ φόβοις ὄντες ἢ μετουσίαν ἢ προσδοκίαν κακῶν ἀργαλεωτάτην μερίδα καρπούσθωσαν, ἐπὶ μὲν τοῖς ἐν χερσὶν ὀδυνηροῖς στένοντες, ἐπὶ δὲ τοῖς προσδοκωμένοις φοβεροῖς τρέμοντές τε καὶ φρίττοντες (cf. Gen. 4, 12).