Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 139

[139] διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι „οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“, ῥητῶς ἐπιφέρει· „αὕτη ⟨ἡ⟩ [39] [40] βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), σπουδαιολογῶν· ἐγγράφεται γὰρ τῇ θεοῦ βίβλῳ, ὅτι μόνος εὔελπις ἄνθρωπος, ὥστε κατὰ τὰ ἐναντία ὁ δύσελπις οὐκ ἄνθρωπος. ὅρος οὖν τοῦ μὲν συγκρίματος ἡμῶν ζῷον λογικὸν θνητόν ἐστι, τοῦ δὲ κατὰ Μωυσῆν ἀνθρώπου διάθεσις ψυχῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐλπιζούσης.